Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.1 Dem. 9.2 (English) >>Dem. 9.4

9.1πολλῶν, ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους ἀδικεῖ, καὶ πάντων οἶδʼ ὅτι φησάντων γʼ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν καὶ πράττειν ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦθʼ ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμένʼ ὁρῶ, ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δʼ · εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθʼ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς φαυλότατʼ ἔμελλε τὰ πράγμαθʼ ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον νῦν διατεθῆναι. 9.2πολλὰ μὲν οὖν ἴσως ἐστὶν αἴτια τούτων, καὶ οὐ παρʼ ἓν οὐδὲ δύʼ εἰς τοῦτο τὰ πράγματʼ ἀφῖκται, μάλιστα δʼ, ἄνπερ ἐξετάζητʼ ὀρθῶς, εὑρήσετε διὰ τοὺς χαρίζεσθαι μᾶλλον τὰ βέλτιστα λέγειν προαιρουμένους, ὧν τινες μέν, ἄνδρες Ἀθηναῖοι, ἐν οἷς εὐδοκιμοῦσιν αὐτοὶ καὶ δύνανται, ταῦτα φυλάττοντες οὐδεμίαν περὶ τῶν μελλόντων πρόνοιαν ἔχουσιν, οὐκοῦν οὐδʼ ὑμᾶς οἴονται δεῖν ἔχειν, ἕτεροι δὲ τοὺς ἐπὶ τοῖς πράγμασιν ὄντας αἰτιώμενοι καὶ διαβάλλοντες οὐδὲν ἄλλο ποιοῦσιν ὅπως μὲν πόλις αὐτὴ παρʼ αὑτῆς δίκην λήψεται καὶ περὶ τοῦτʼ ἔσται, Φιλίππῳ δʼ ἐξέσται καὶ λέγειν καὶ πράττειν τι βούλεται.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.1 Dem. 9.2 (English) >>Dem. 9.4

Powered by PhiloLogic